Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.72 Dem. 19.76 (English) >>Dem. 19.79

19.75μὴ τοίνυν πρὸ τοῦ τοῦτον ἀπαγγεῖλαι ταῦτʼ ἐπέπρακτʼ Λακεδαιμονίοις Φωκεῦσιν ἀκούετε μηδʼ ἀνέχεσθε, μηδὲ κατηγορεῖν ἐᾶτε Φωκέων ὡς πονηροί. οὐδὲ γὰρ Λακεδαιμονίους διὰ τὴν ἀρετὴν αὐτῶν ποτʼ ἐσώσατε, οὐδὲ τοὺς καταράτους Εὐβοέας τουτουσί, οὐδʼ ἄλλους πολλούς, ἀλλʼ ὅτι συμφέρον ἦν σῶς εἶναι τῇ πόλει, ὥσπερ Φωκέας νυνί. καὶ τί τῶν Φωκέων τῶν Λακεδαιμονίων ὑμῶν ἄλλου τινὸς ἀνθρώπων μετὰ τοὺς παρὰ τούτου λόγους ἐξαμαρτόντος οὐκ ἀπέβη τὰ πρὸς ὑμᾶς ὑπὸ τούτου τότε ῥηθέντα; τοῦτʼ ἐρωτᾶτε· οὐ γὰρ ἕξει δεῖξαι. 19.76πέντε γὰρ ἡμέραι γεγόνασι μόναι, ἐν αἷς οὗτος ἀπήγγειλε τὰ ψευδῆ, ὑμεῖς ἐπιστεύσατε, οἱ Φωκεῖς ἐπύθοντο, ἐνέδωκαν ἑαυτούς, ἀπώλοντο. ὅθεν οἶμαι καὶ δῆλόν ἐστι σαφῶς, ὅτι πᾶσʼ ἀπάτη καὶ τέχνη συνεσκευάσθη τοῦ περὶ Φωκέας ὀλέθρου. ὃν μὲν γὰρ χρόνον οὐχ οἷός τʼ ἦν ἐλθεῖν Φίλιππος διὰ τὴν εἰρήνην, ἀλλʼ ἦν ἐν παρασκευῇ, τοὺς Λακεδαιμονίους μετεπέμπετο, πάντα τὰ πράγμαθʼ ὑποσχόμενος πράξειν ἐκείνοις, ἵνα μὴ διʼ ὑμῶν αὐτοὺς οἱ Φωκεῖς ὑποποιήσωνται. 19.77ἐπειδὴ δʼ ἧκεν εἰς Πύλας, οἱ Λακεδαιμόνιοι δʼ αἰσθόμενοι τὴν ἐνέδραν ὑπεχώρησαν, τοῦτον αὖ προκαθῆκεν ἐξαπατᾶν ὑμᾶς, ἵνα μὴ πάλιν, ὑμῶν αἰσθομένων ὅτι Θηβαίοις τὰ πράγματα πράττει, εἰς χρόνους καὶ πόλεμον καὶ τριβὴν ἐμπέσῃ, τῶν μὲν Φωκέων ἀμυνομένων, ὑμῶν δὲ βοηθούντων, ἀλλʼ ἀκονιτεὶ πάνθʼ ὑφʼ ἑαυτῷ ποιήσηται· ὅπερ καὶ γέγονεν. μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας ἐξηπάτησε Φίλιππος, διὰ ταῦθʼ ὧν ὑμᾶς οὗτος ἐξηπάτησε μὴ δότω δίκην· οὐ γὰρ δίκαιον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.72 Dem. 19.76 (English) >>Dem. 19.79

Powered by PhiloLogic